Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·
- οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη
- θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
- στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,
- ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,
- ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
- λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
- ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
- λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
- μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
- αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.
- γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι;
- εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
- Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,
- εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·
- εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,
- τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
- τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς
- αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
- λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
- κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
- ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.
- οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,
- οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.
- Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
- φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·
- ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,
- τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.
- ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
- δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
- ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς
- γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.
- χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·
- τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι
- νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,
- ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω
- παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.