Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
  2. Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,
  3. ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·
  4. τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
  5. αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  6. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  7. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  8. ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.