Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  2. αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην
  3. ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·
  4. οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
  5. ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.
  6. οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
  7. ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,
  8. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.