Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
  2. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
  3. θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
  4. θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.
  5. ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.
  6. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  7. αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην
  8. ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·
  9. οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
  10. ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.
  11. οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
  12. ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,
  13. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
  14. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
  15. Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,
  16. ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·
  17. τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
  18. αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  19. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  20. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  21. ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
  22. ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν