Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
  2. Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·
  3. σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
  4. ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
  5. ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·
  6. τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.
  7. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,
  8. ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε
  9. ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη
  10. ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.
  11. πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ
  12. κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει
  13. δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ
  14. ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.
  15. ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
  16. κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.
  17. ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
  18. σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
  19. εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.
  20. ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
  21. ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
  22. κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,