Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
  2. ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,
  3. ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.
  4. τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
  5. οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
  6. οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ
  7. ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς
  8. δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
  9. εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
  10. ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
  11. ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
  12. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,
  13. ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.
  14. ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
  15. ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,
  16. σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,
  17. ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη
  18. ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα
  19. δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.
  1. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
  2. ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη
  3. βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
  4. οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,
  5. ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,
  6. οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
  7. ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
  8. εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
  9. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,
  10. καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.
  11. ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
  12. Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.
  13. τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,
  14. νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.
  15. βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη
  16. κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
  17. Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
  18. πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
  19. σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.
  20. ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
  21. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
  22. εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
  23. ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
  24. τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  25. Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ;
  26. εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
  27. σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
  28. ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.
  29. ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει
  30. ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
  31. ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·
  32. καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα
  33. ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·
  34. ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
  35. πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.
  36. ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
  37. ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι
  38. ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
  39. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
  40. ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.
  41. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  42. Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
  43. ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ
  44. δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη
  45. πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·
  46. τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
  47. ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
  48. αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε
  49. Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,
  50. βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,
  51. πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·
  52. ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
  53. ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε
  54. ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
  55. ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
  56. ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·
  57. πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
  58. ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι
  59. ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;
  60. καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα
  61. βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.
  62. πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
  63. οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·
  64. οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες
  65. ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.
  66. ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι
  67. πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·
  68. οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.
  69. ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην
  70. ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.
  71. ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.
  72. οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην
  73. ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·
  74. κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
  75. καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,
  76. μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν
  77. παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν
  78. ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.
  79. δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
  80. ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
  81. ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
  82. μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.
  83. αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,
  84. οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
  85. αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,
  86. ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ
  87. καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,
  88. ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
  89. καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
  90. τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης