Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
  2. δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.
  3. ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
  4. καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·
  5. ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς
  6. ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,
  7. εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
  8. αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
  9. αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
  10. νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,
  11. κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
  12. οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
  13. εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
  14. ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.
  15. ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,
  16. ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.
  17. αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.
  18. ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
  19. παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·
  20. ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν,
  21. ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη
  22. διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
  23. ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ
  24. πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.
  25. ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
  26. καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
  27. ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν
  28. ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
  29. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ
  30. πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,
  31. δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
  32. ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,
  33. ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,
  34. νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
  35. ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,
  36. καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·
  37. ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
  38. δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ·
  39. οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί.
  40. ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·
  41. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  42. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  43. ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
  44. Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,
  45. ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·
  46. ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα
  47. βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,
  48. ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι
  49. στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·
  50. μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
  51. κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.
  52. εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω
  53. ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
  54. δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα
  55. πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,
  56. ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
  57. ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·
  58. οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.
  59. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  60. τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.
  61. ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,
  62. εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·
  63. ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
  64. τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.
  65. καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις
  66. πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
  67. ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
  68. πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
  69. ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
  70. ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.
  71. ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,
  72. εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
  73. κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,
  74. νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι
  75. ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
  76. ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
  77. ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
  78. λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
  79. ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·
  80. κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω,
  81. φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
  82. αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
  83. ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
  84. σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.
  85. ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.
  86. ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
  87. πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν
  88. ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε
  89. χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
  90. ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
  91. ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος
  92. κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
  93. ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
  94. καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
  95. καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
  96. ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ
  97. δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς
  98. σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
  99. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  100. ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;
  101. εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
  102. μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
  103. ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·
  104. αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
  105. εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
  106. θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη
  107. ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
  108. δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.
  109. ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·