Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·
  2. κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω,
  3. φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
  4. αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
  5. ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
  6. σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.
  7. ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.
  8. ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
  9. πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν
  10. ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε
  11. χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
  12. ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ