Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
  2. πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
  3. ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
  4. ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.
  5. ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,
  6. εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
  7. κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,
  8. νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι
  9. ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
  10. ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
  11. ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
  12. λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,