Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.
  2. τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος
  3. μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·
  4. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  5. μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
  6. σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
  7. ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
  8. ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο