Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
  2. ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
  3. μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  4. Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ
  5. ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.
  1. Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
  2. ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
  3. οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι