Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
  2. εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
  3. ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.
  4. ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,
  5. ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.
  6. αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.
  7. ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
  8. παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·
  9. ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν,
  10. ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη
  11. διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
  12. ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ
  13. πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.
  14. ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
  15. καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
  16. ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν
  17. ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
  18. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ
  19. πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,
  20. δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
  21. ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,