Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
- ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
- ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
- γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.
- ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·
- ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,
- τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·
- αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
- νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.
- ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
- ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
- δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.
- ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
- καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·
- ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς
- ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,
- εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
- αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
- αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
- νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,
- κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·