Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
  • ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
  • οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
  • ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
  • εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
  • κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
  • γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.
  • τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι