Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,
  2. ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
  3. τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,
  4. Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
  5. νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.
  6. ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,
  7. αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
  8. ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·