Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης
  2. δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
  3. τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ
  4. ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν
  5. δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,
  6. τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.
  7. τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη