Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο
  • Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.
  • ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
  • ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
  • Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.
  • τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·
  • νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.