Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
  2. ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,
  3. οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·
  4. τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,
  5. ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.
  6. ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,
  7. ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα
  8. γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·
  9. εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
  10. τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων
  11. τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ
  12. πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον,
  13. κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·