Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,
  2. μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.
  3. τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·
  4. τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,
  5. εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
  6. ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
  7. τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
  8. κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·
  9. οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
  10. γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.
  11. αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως
  12. ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν
  13. Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην