Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.
- αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως
- ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν
- Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
- Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
- ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,
- οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·
- τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,
- ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.
- ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,
- ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα
- γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·
- εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
- τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων
- τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ
- πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον,
- κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
- ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
- ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος,
- καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα
- ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.
- ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.
- ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον
- χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας
- παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε
- γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
- σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς
- καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.
- καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
- δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,
- ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
- ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
- οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
- Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι
- παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.
- τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο
- Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.
- ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
- ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
- Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.
- τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·
- νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
- ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης
- δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
- τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ
- ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν
- δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,