Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
  2. εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
  3. τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·
  4. ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
  5. κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.
  6. ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν·
  7. ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο
  8. τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.
  9. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  10. αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,
  11. αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
  12. λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ
  13. καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.
  14. καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·
  15. δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,
  16. χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ
  17. στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·
  18. δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο
  19. νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,
  20. κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,
  21. αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.
  22. αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,
  23. ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,
  24. αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.
  25. εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,
  26. ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
  27. τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·
  28. τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,
  29. γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
  30. ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ
  31. φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,
  32. τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.
  33. ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,
  34. ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
  35. ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·
  36. πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.
  37. φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι
  38. κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.
  39. τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,
  40. ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.
  41. ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,
  42. μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.
  43. τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·
  44. τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,
  45. εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
  46. ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
  47. τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
  48. κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·
  49. οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.