Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
  • οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
  • εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
  • τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·
  • ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
  • κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.