Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.
  2. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  3. πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς
  4. πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια
  5. εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·
  6. ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.