Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι
- σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.
- οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,
- οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν
- θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς
- πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια
- εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·
- ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.
- ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
- οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
- εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
- τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·
- ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
- κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.
- ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν·
- ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο
- τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,
- αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
- λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ
- καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.
- καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·
- δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,
- χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ
- στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·
- δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο
- νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,
- κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,
- αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.
- αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,
- ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,
- αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.
- εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,
- ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
- τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·
- τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,
- γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
- ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ
- φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,
- τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.
- ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,
- ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
- ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·
- πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.
- φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι
- κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.