Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
  2. τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
  3. οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
  4. Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  5. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  6. τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
  7. τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον
  8. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
  9. ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
  10. οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,
  11. ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
  12. πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·
  13. οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  14. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  15. αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,
  16. ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.
  17. τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
  18. οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,
  19. μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
  20. ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·
  21. ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
  22. ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.