Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
  2. οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,
  3. ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
  4. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  5. τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
  6. τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·
  7. οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
  8. ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  9. οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
  10. ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
  11. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  12. σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
  13. οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι
  14. ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.
  15. ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,
  16. τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
  17. ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
  18. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
  19. ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,
  20. ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ
  21. νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος
  22. Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.