ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖνεἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκονεὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖρανναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντοΤροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύωνπολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισινἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτεπαύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴνμνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεναὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστονκείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν