Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.
  2. τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
  3. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  4. τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
  5. ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·
  6. ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,
  7. κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
  8. ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
  9. Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
  10. Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
  11. καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
  12. τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
  13. ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
  14. τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
  15. ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
  16. ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
  17. ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
  18. λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·