Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·
  2. κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
  3. εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς
  4. ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,
  5. τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,
  6. μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.
  7. ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
  8. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
  9. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  10. ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
  11. ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.
  12. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  13. τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·
  14. δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε
  15. πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
  16. ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
  17. μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.
  18. ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,
  19. βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
  20. νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,