Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
  2. ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,
  3. πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·
  4. τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.
  5. ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
  6. ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  7. ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
  8. κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
  9. ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
  10. ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
  11. ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
  12. δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
  13. τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·
  14. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
  15. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·
  16. εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,
  17. Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
  18. τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
  19. πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
  20. ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν