Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
  2. νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.
  3. ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
  4. Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
  5. ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
  6. ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
  7. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  8. ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
  9. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον.
  10. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
  11. οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
  12. μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·
  13. κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς