Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,
  2. οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα
  3. Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.
  4. ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
  5. χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.
  6. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
  7. τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
  8. μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
  9. τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
  10. ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
  11. πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
  12. ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
  13. Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.