Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
  2. ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
  3. σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
  4. ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
  5. ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
  6. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  7. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  8. δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
  9. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  10. φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
  11. χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα
  12. χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.
  13. Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,
  14. ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.
  15. τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
  16. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  17. τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
  18. ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·
  19. ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,
  20. κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
  21. ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
  22. Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
  23. Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
  24. καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
  25. τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
  26. ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
  27. τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
  28. ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
  29. ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
  30. ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
  31. λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·
  32. ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
  33. καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν
  34. εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον
  35. εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
  36. ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
  37. ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο
  38. Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
  39. ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
  40. πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
  41. ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε
  42. παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
  43. τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
  44. ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
  45. μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,
  46. ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν
  47. αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον