Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
  2. ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν
  3. Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
  4. Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.
  5. ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.
  6. δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
  7. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν
  8. ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
  9. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
  10. ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
  11. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  12. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  13. ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
  14. ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
  15. τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
  16. Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
  17. Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
  18. Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς
  19. Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
  20. ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,
  21. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
  22. χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
  23. χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν
  24. ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.
  25. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
  26. νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ
  27. ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
  28. ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
  29. αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·
  30. ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
  31. ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
  32. ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
  33. οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
  34. οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,
  35. ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
  36. Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ
  37. κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ
  38. ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
  39. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  40. οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·
  41. κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
  42. ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.
  43. καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι
  44. μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
  45. ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,
  46. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.
  47. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·