Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
  • ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
  • σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν
  • ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.
  • ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
  • ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
  • πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
  • ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης
  • τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.
  • ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
  • ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,
  • ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
  • καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ
  • δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
  • τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν
  • Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν