Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.
  • πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·
  • ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
  • ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
  • εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
  • Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
  • Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
  • πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·
  • καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,
  • εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·
  • φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
  • τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·
  • αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
  • ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·
  • καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,
  • τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·