τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρεὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσιῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστασὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,