ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειταἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκαςζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖραςβάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·