Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
  2. αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες
  3. θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·
  4. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  5. δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
  6. αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
  7. ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
  8. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,