Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς
  2. ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους
  3. ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.
  4. ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλους
  5. ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
  6. οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
  7. καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,
  8. πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,