Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·
  • ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  • τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  • ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,
  • τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
  • πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,
  • ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·
  • ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
  • ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,
  • πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
  • ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν
  • εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους
  • τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
  • πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.
  • φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·
  • αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
  • λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.
  • τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,
  • καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,
  • αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
  • πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν
  • ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·
  • ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
  • ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,
  • τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,
  • καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,
  • ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,
  • νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
  • ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
  • αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,
  • ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
  • αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  • δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·
  • δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  • καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
  • ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους
  • τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.
  • τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον
  • τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·
  • πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.
  • εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν
  • ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·
  • ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.
  • ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς
  • φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·
  • τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
  • ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·
  • ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
  • ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
  • πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·
  • φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα
  • ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·
  • ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας
  • ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·
  • ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ
  • ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.
  • ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας