Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  • βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  • ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  • ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  • αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  • τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
  • ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  • κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  • τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  • πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  • ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
  • ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,
  • ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
  • τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  • Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
  • ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
  • οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
  • νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ
  • Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
  • τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
  • ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·
  • ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας
  • ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
  • ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι
  • πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν
  • πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  • καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,
  • εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,
  • Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,
  • Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.
  • ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·
  • αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
  • γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.
  • ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·
  • νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,
  • ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
  • ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
  • εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,
  • ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
  • ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
  • ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
  • ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
  • νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  • τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  • πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς
  • ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης
  • πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·
  • τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.
  • τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
  • ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
  • νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
  • καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,
  • ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται
  • οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,