Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  • Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
  • ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
  • οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
  • νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ
  • Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
  • τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
  • ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·
  • ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας
  • ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
  • ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι
  • πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν
  • πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  • καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,
  • εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,
  • Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,