ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντοςνεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺςκνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήενταβοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γεἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,