Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
  2. ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
  3. ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·
  4. ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
  5. οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
  6. οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  7. ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι
  8. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  9. ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε
  10. δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
  11. καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.
  12. τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
  13. ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
  14. πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.
  15. αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
  16. ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
  17. νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
  18. ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·
  19. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
  20. ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
  21. Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν
  22. ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν
  23. νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·
  24. τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
  25. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  26. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  27. ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,
  28. οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
  29. ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη
  30. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
  31. ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν
  32. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  33. πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,
  34. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  35. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
  36. δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
  37. οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
  38. Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·
  39. Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
  40. πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
  41. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  42. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
  43. εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,
  44. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  45. βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
  46. Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  47. τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως,
  48. ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;
  49. δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.
  50. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  51. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  52. ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
  53. ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,
  54. δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
  55. μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
  56. μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
  57. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
  58. κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
  59. ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
  60. πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
  61. μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
  62. ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  63. λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς
  64. ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
  65. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
  66. τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
  67. τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·
  68. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  69. ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
  70. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  71. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  72. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  73. βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  74. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  75. ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  76. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  77. τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
  78. ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  79. κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  80. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  81. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  82. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
  83. ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,
  84. ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
  85. τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  86. Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
  87. ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
  88. οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
  89. νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ
  90. Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
  91. τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
  92. ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·
  93. ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας
  94. ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
  95. ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι
  96. πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν
  97. πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  98. καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,
  99. εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,
  100. Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,
  101. Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.
  102. ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·
  103. αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
  104. γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.
  105. ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·
  106. νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,
  107. ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
  108. ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
  109. εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.
  110. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  111. ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,
  112. ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
  113. ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
  114. ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
  115. ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
  116. νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
  117. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  118. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  119. πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς
  120. ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης
  121. πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·
  122. τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.
  123. τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
  124. ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
  125. νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
  126. καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,
  127. ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται
  128. οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.
  129. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  130. αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,
  131. μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·
  132. ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.
  133. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  134. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  135. ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,
  136. τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
  137. πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,
  138. ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·
  139. ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
  140. ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,
  141. πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
  142. ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν
  143. εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους
  144. τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
  145. πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.
  146. φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·
  147. αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
  148. λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.
  149. τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,
  150. καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,
  151. αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
  152. πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν
  153. ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·
  154. ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
  155. ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,
  156. τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,
  157. καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,
  158. ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,
  159. νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
  160. ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
  161. αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,
  162. ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
  163. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  164. δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·
  165. δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  166. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  167. καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
  168. ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους
  169. τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.
  170. τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον
  171. τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·
  172. πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.
  173. εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν
  174. ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·
  175. ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.
  176. ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς
  177. φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·
  178. τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
  179. ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·
  180. ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
  181. ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
  182. πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·
  183. φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα
  184. ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·
  185. ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας
  186. ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·
  187. ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ
  188. ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.
  189. ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας
  190. βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,
  191. ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,
  192. αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·
  193. γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·
  194. ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.
  195. ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,
  196. καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·
  197. τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,
  198. ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;
  199. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  200. οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;
  201. ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ
  202. εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
  203. ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
  204. ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
  205. νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
  206. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  207. ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι
  208. ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα
  209. σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
  210. οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  211. οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
  212. πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,
  213. αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας
  214. ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·
  215. καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.
  216. ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
  217. οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον
  218. Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
  219. ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·
  220. ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.
  221. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  222. ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,
  223. οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,
  224. ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς
  225. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
  226. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  227. Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ
  228. ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι
  229. δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.
  230. πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·
  231. ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
  232. ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
  233. εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
  234. Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
  235. Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
  236. πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·
  237. καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,
  238. εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·
  239. φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
  240. τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·
  241. αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
  242. ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·
  243. καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,
  244. τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·
  245. τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
  246. ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
  247. σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν
  248. ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.
  249. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
  250. ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
  251. πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
  252. ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης
  253. τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.
  254. ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
  255. ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,
  256. ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
  257. καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ
  258. δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
  259. τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν
  260. Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν
  261. χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,
  262. μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
  263. βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
  264. αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·
  265. κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
  266. εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.
  267. αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν
  268. ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.
  269. τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν
  270. δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
  271. οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,
  272. οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.
  273. ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
  274. κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ
  275. ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
  276. αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
  277. δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·
  278. μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω
  279. κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα
  280. πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
  281. ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης
  282. κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.
  283. ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
  284. αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,
  285. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  286. τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε,
  287. ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
  288. ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.
  289. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  290. υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·
  291. τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
  292. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  293. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
  294. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  295. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  296. σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,
  297. Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
  298. ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
  299. ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,
  300. τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·
  301. οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,
  302. ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
  303. Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·
  304. οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.
  305. ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
  306. αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν
  307. ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
  308. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
  309. δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,
  310. δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  311. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  312. νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
  313. ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,
  314. ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·
  315. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  316. ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
  317. στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
  318. αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
  319. χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.
  320. ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
  321. ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
  322. ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
  323. ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
  324. καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,
  325. τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα
  326. δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
  327. ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.
  328. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  329. Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.
  330. καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην
  331. ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·
  332. αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
  333. τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
  334. ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.
  335. δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·
  336. ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
  337. ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις
  338. εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον
  339. πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.
  340. ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·
  341. αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
  342. οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,
  343. αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.
  344. ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,
  345. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  346. αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις·
  347. τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.
  348. δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
  349. δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·
  350. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  351. ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  352. ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  353. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  354. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  355. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  356. δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.
  357. οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·
  358. σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
  359. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
  360. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
  361. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
  362. ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
  363. Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
  364. ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
  365. τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
  366. Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·
  367. Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,
  368. ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;
  369. νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
  370. Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
  371. δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ
  372. ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.
  373. ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο
  374. ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
  375. ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
  376. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·
  377. νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ
  378. κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
  379. θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
  380. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
  381. ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
  382. ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
  383. τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·
  384. αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,
  385. ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
  386. αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
  387. κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,
  388. οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα
  389. Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.
  390. ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
  391. χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.
  392. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
  393. τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
  394. μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
  395. τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
  396. ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
  397. πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
  398. ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
  399. Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
  400. ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
  401. νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.
  402. ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
  403. Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
  404. ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
  405. ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
  406. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  407. ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
  408. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον.
  409. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
  410. οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος