Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισικαὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρδήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησανπάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκονμὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,