Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
  2. αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
  3. νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
  4. ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
  5. οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
  6. οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
  7. οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
  8. χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.
  9. τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
  10. ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
  11. Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
  12. φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·
  13. ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
  14. ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
  15. αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
  16. ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·
  17. Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
  18. ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ