Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
  2. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  3. ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ
  4. εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
  5. τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
  6. ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
  7. ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
  8. ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα