Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς
  • ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
  • κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
  • τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
  • κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.
  • καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος
  • Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
  • ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι