Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·
  2. τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.
  3. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·
  4. χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
  5. οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·
  6. αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·
  7. κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς
  8. ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
  9. Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,